Galatians 4

1Λέγω δέ, ἐφ᾽ ὅσον χρόνον κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν, 2ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου
 ἤμεθα = WH NA/NIV: || ἦμεν = Treg RP
ἤμεθα δεδουλωμένοι·
4ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. 6ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας
 ἡμῶν = WH Treg NA/NIV: || ὑμῶν = RP
ἡμῶν, κρᾶζον· Αββα πατήρ.
7ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος
 διὰ θεοῦ = WH Treg NA/NIV: || θεοῦ διὰ Χριστοῦ = RP
διὰ θεοῦ ⸃.

8Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς
 φύσει μὴ = WH Treg NA/NIV: || μὴ φύσει = RP
φύσει μὴ ⸃ οὖσι θεοῖς·
9νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν
 δουλεύειν = NA/NIV RP: || δουλεῦσαι = WH Treg
δουλεύειν θέλετε;
10ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς. 11φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.

12Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε· 13οἴδατε δὲ ὅτι δι᾽ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον, 14καὶ τὸν πειρασμὸν
 ὑμῶν = WH Treg NA/NIV: || μου τὸν = RP
ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
15
 ποῦ = WH Treg NA/NIV: || Τίς = RP
ποῦ
 οὖν = WH Treg NA/NIV: || οὖν ἦν = RP
οὖν μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν
 ἐξορύξαντες = WH Treg NA/NIV: || ἐξορύξαντες ἂν = RP
ἐξορύξαντες ἐδώκατέ μοι.
16ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν; 17ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18καλὸν
 δὲ = WH Treg NA/NIV: || δὲ τὸ = RP
δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς,
19
 τέκνα = Treg NA/NIV: || τεκνία = WH RP
τέκνα μου, οὓς πάλιν ὠδίνω
 μέχρις = WH Treg NA/NIV: || ἄχρι = RP
μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν·
20ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.

21Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; 22γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας· 23ἀλλ᾽ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, δὲ ἐκ τῆς ἐλευθέρας
 δι᾽ = WH Treg NA/NIV: || διὰ τῆς = RP
δι᾽ ἐπαγγελίας.
24ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ, 25τὸ
 δὲ = WH NA/NIV: || γὰρ = RP Treg
δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει
 γὰρ = WH Treg NA/NIV: || δὲ = RP
γὰρ μετὰ τῶν τέκνων αὐτῆς·
26 δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν
 μήτηρ = WH Treg NA/NIV: || μήτηρ πάντων = RP
μήτηρ ἡμῶν·
27γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον τῆς ἐχούσης τὸν ἄνδρα. 28
 ὑμεῖς δέ … τέκνα ἐστέ = Treg NA/NIV: || ἡμεῖς δὲ … τέκνα ἐσμέν = WH RP
ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ ⸃·
29ἀλλ᾽ ὥσπερ τότε κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν. 30ἀλλὰ τί λέγει γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ
 κληρονομήσει = WH Treg NA/NIV: || κληρονομήσῃ = RP
κληρονομήσει υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
31
 διό = WH Treg NA/NIV: || Ἄρα = RP
διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.

Copyright information for SBLG